Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.343 Joseph. AJ 15.348 (English) >>Joseph. AJ 15.353

15.346οὐδὲ γὰρ ῥᾴδιον ἦν ἐπισχεῖν αὐτοὺς ἐν ἔθει τὸ λῃστεύειν πεποιημένους καὶ βίον οὐκ ἄλλοθεν ἔχοντας· οὔτε γὰρ πόλεις αὐτοῖς οὔτε κτήσεις ἀγρῶν, ὑποφυγαὶ δὲ κατὰ τῆς γῆς καὶ σπήλαια καὶ κοινὴ μετὰ τῶν βοσκημάτων δίαιτα. μεμηχάνηνται δὲ καὶ συναγωγὰς ὑδάτων καὶ προπαρασκευὰς σιτίων αἳ δύνανται πλεῖστον ἐξ ἀφανοῦς ἀντέχειν. 15.347αἵ γε μὴν εἴσοδοι στεναὶ καὶ καθʼ ἕνα παρερχομένων, τὰ δʼ ἔνδον ἀπίστως μεγάλα πρὸς εὐρυχωρίαν ἐξειργασμένων· τὸ δʼ ὑπὲρ τὰς οἰκήσεις ἔδαφος οὐχ ὑψηλόν, ἀλλʼ οἷον ἐξ ἐπιπέδου. πέτρα δὲ τὸ σύμπαν σκληρὰ καὶ δύσοδος, εἰ μὴ τρίβῳ χρῷτό τις ἐξ ὁδηγίας· 15.348οὐδὲ γὰρ αὗται κατʼ ὀρθὸν ἀλλὰ πολλὰς ἕλικας ἐξελίττονται. τούτοις ἐπειδὴ τῶν εἰς τοὺς πλησίον κακουργημάτων ἐκωλύοντο, καὶ κατʼ ἀλλήλων ἦν τῆς λῃστείας τρόπος, ὡς μηδὲν ἀνομίας ἐν τούτῳ λελεῖφθαι. λαβὼν δὲ τὴν χάριν Ἡρώδης παρὰ Καίσαρος καὶ παρελθὼν εἰς τὴν χώραν ὁδηγῶν ἐμπειρίᾳ τούς τε πονηρευομένους αὐτῶν κατέπαυσεν καὶ τοῖς πέριξ ἀδεῆ τὴν εἰρήνην παρέσχεν. 15.349

δὲ Ζηνόδωρος ἀχθόμενος πρῶτον μὲν ἐπὶ τῇ τῆς ἐπαρχίας ἀφαιρέσει, μᾶλλον δὲ καὶ φθόνῳ τὴν ἀρχὴν Ἡρώδου μετειληφότος, ἀνῆλθεν εἰς Ῥώμην κατηγορήσων αὐτοῦ. κἀκεῖνος μὲν ἄπρακτος ἀναστρέφει. 15.350πέμπεται δʼ Ἀγρίππας τῶν πέραν Ἰονίου διάδοχος Καίσαρι· καὶ τούτῳ περὶ Μιτυλήνην χειμάζοντι συντυχὼν Ἡρώδης, ἦν γὰρ εἰς τὰ μάλιστα φίλος καὶ συνήθης, πάλιν εἰς τὴν Ἰουδαίαν ἀνέστρεφεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.343 Joseph. AJ 15.348 (English) >>Joseph. AJ 15.353

Powered by PhiloLogic